Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ΄ Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε΄ λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; σὺ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει’ ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
- · Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
- · Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
- · Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
- · Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
- · Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
- · Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
- · Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
- · Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
- · Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
- · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
- · Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
- · Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
- · Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
- · Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
- · Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
- · Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
- · Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
- · Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
- · Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
- Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος πλ. δ´
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίοv
Ἦχος ὁ αὐτὸς
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Εἶτα
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΩΝ
ὁ α’ χορός
ᾠδὴ α’ ἦχος α’. ὁ Εἱρμός «Ἀναστάσεως ἡμέρα»
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῶ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
ὁ β’ χορός
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς…
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Πανηγύρεως ἡμέρᾳ, τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ, διὸ ἀλαλάξωμεν ἐπινίκιον ᾂδοντες.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Προσκυνήσεως ἡμέρα τοῦ τιμίου Σταυροῦ δεῦτε πρὸς τοῦτον πάντες, τῆς γὰρ Ἐγέρσεως Χριστοῦ, τὰς αὐγὰς φωτοβολῶν, προτίθεται νῦν, Αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐπιφάνηθι ὁ μέγας, τοῦ Κυρίου Σταυρός, δεῖξόν μοι ὄψιν θείαν, τῆς ὡραιότητός σου νῦν ἄξιον προσκυνητήν, αἰνέσεώς σου, καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Αἰνεσάτωσαν συμφώνως, οὐρανὸς καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν, ὁ παμμακάριστος Σταυρός, ᾧ παγεὶς σωματικῶς, ἐτύθη Χριστός, Αὐτὸν ἀσπασώμεθα, ψυχικῶς ἀγαλλόμενοι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Τριὰς τοῖς χαρακτῆρσιν, ὢ Μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνὰς ἐν βουλῇ καὶ θελήσει, καὶ κράτους ἀρχῇ, τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Πεῖραν ὅλως ἡ Παρθένος, μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητήν, Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα.
ὁ α’ χορός
ᾠδὴ γ’. ὁ εἱρμός «Δεῦτε πόμα πίωμεν καινὸν»
Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.
ὁ β’ χορός
Στερέωσον Δέσποτα Χριστέ,…
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Δεῦτε ᾆσμα ᾄσωμεν καινόν, τὴν κατάλυσιν ᾅδου πανηγυρίζοντες, ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δεῦτε ἀρυσώμεθα πιστοὶ οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, Σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πάλαι ὃν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις Σταυρόν σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα Δέσποτα Χριστέ, δι’ οὗ καὶ σεσώσμεθα.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς, ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοί, κροτοῦντες ἐν ᾂσμασι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἕνα ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ, Πατέρα, Υἱὸν καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἐν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι Σεμνὴ ἑώρακεν, ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ τῆς θεότητος τὴν σήν, νηδὺν οὐ κατέφλεξεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Κοντάκιον
Ἦχος γ‘
Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
ΚΑΘΙΣΜΑΤΑ ΣΤΑΥΡΩΣΙΜΑ
ὁ β’ χορός
Ἦχος πλ. β’
Ὁ Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι’ αὐτοῦ σοι προσπίπτομεν΄ Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σήμερον τὸ Προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Θεοτόκε Παρθένε ἱκέτευε τὸν Υἱόν σου τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ καὶ ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν Θεὸν ἡμῶν σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
ᾠδὴ δ’. ὁ εἱρμός «Ἐπὶ τῆς θείας φυλακῆς»
Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας συνέστειλεν, ἔκρυψε, πᾶσα δὲ κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
Ἐπὶ Σταυροῦ σε Δυνατὲ…
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἰδοὺ ἀνέστη ὁ Χριστός, ταῖς Μυροφόροις Γυναιξίν, Ἄγγελος φησὶ μὴ θρηνεῖτε πορευθεῖσαι εἴπατε, τοῖς Ἀποστόλοις, Χαίρετε, σήμερον σωτηρία τῷ Κόσμῳ, ἡ τυραννίς τοῦ ἐχθροῦ, θανάτῳ λέλυται.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοῦ ζωηφόρου σου Σταυροῦ, τὴν προσκυνήσιμον χαρὰν σήμερον Χριστὲ ὑπαντῶντες προπομπὴν ποιούμεθα τοῦ παναγίου Πάθους σου, εἰς σωτηρίαν τοῦ Κόσμου, ἐναπειργάσω Σωτήρ, ὡς παντοδύναμος.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σήμερον γίνεται χαρά, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ Σταυροῦ τὸ σημεῖον, Κόσμῳ ἐμφανίζεται, Σταυρὸς ὁ τρισμακάριστος, οὗτος γὰρ προτεθεὶς ἀναβλύζει, τοῖς προσκυνοῦσιν αὐτόν, χάριν ἀένναον.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τί σοι προσάξωμεν Χριστὲ; ὅτι τὸν τίμιον Σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι ἐν ᾧ τὸ πανάγιον κατεκενώθη Αἷμά σου ᾧ καὶ ἡ Σάρξ σου ἣλοις ἐπάγη, ὃν ἀσπαζόμενοι νῦν, εὐχαριστοῦμέν σοι.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Μιᾶς θεότητος ὑμνῶ τρεῖς ὑποστάσεις ἀμερῶς φύσεως ἁπλῆς δογματίζων, τὸν Πατέρα ἄναρχον Υἱὸν καὶ Πνεῦμα ἅγιον, σύνθρονον κυριότητα μίαν, ὁμοβασίλειον ἕν κράτος ἀΐδιον.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μόνη ἐφάνης γυναικῶν, χρῆμα πανθαύμαστον Ἁγνή, πρᾶγμα φοβερόν, τὴν γὰρ φύσιν, σὺ ἐκαινοτόμησας ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν Παρθένος, ὁ γεννηθείς γὰρ ἐκ σοῦ…
ὁ β’ χορός
… Θεὸς ἐστιν ἀληθής.
ὁ α’ χορός
ᾠδὴ ε’. ὁ εἱρμός «Ὀρθρίσωμεν ὄρθρου βαθέος»
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς.
ὁ β’ χορός
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν,…
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἀνέτειλας ἀπὸ τοῦ τάφου ἄδυτον φάος τῷ Κόσμῳ ἀστράπτων τὴν ἀφθαρσίαν ἐκμειώσας Κύριε θανάτου τὴν κατήφειαν, ἐκ τῶν περάτων ὡς εὔσπλαγχνος.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Προσέλθωμεν κεκαθαρμένοι τῇ ἐγκρατείᾳ θερμῶς, προσπτυσσόμενοι ἐν αἰνέσει, Ξύλον τὸ πανάγιον ἐν ᾧ Χριστὸς σταυρούμενος ἔσωσε Κόσμον ὡς εὔσπλαγχνος.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Χορεύουσιν ἐν εὐφροσύνῃ Ἀγγέλων τάξεις σήμερον Σταυροῦ σου τῇ προσκυνήσει, ἐν αὐτῷ γὰρ τέθραυκας, τὰς τῶν δαιμόνων φάλαγγας, σώσας Χριστὲ τὸ ἀνθρώπινον.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Παράδεισος ἄλλος ἐγνώσθη, ἡ Ἐκκλησία ὡς πρίν, ξύλον ἔχουσα ζωηφόρον, τὸν Σταυρόν σου Κύριε, ἐξ οὗ διὰ προσψαύσεως, ἀθανασίας μετέχομεν.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Συνάναρχα τρία δοξάζω μιᾶς οὐσίας Θεὸν τὸν Πατέρα, Υἱὸν καὶ Πνεῦμα φῶς ἓν τριλαμπέστατον, ὁμοκρατὲς βασίλειον, ἐν ἀσυγχύτῳ ταυτότητι.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἐκύησας φύσεως νόμῳ, ἀλλ’ ὑπὲρ νόμον, σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία φρικτὸς καὶ νοούμενος, ὁ τρόπος καὶ λεγόμενος,…
ὁ α’ χορός
… τοῦ τοκετοῦ σου Πανάμωμε.
ὁ β’ χορός
ᾠδὴ Ϛ’. ὁ εἱρμός «Κατῆλθες ἐν τοῖς κατωτάτοις»
Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἀνέστης τὸν θάνατον θραύσας Χριστέ, ὥσπερ μέγας Βασιλεύς, ἐκ τῶν τοῦ ᾍδου ταμείων, ἀνακαλέσας ἡμᾶς, εἰς ἀπόλαυσιν Βασιλείας οὐρανῶν, εἰς γῆν ἀθανασίας.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κροτοῦντες ἐν ᾄσμασι θείοις πιστοί, ἀλαλάξωμεν Θεῷ τὸν Σταυρὸν τοῦ Κυρίου κατασπαζόμενοι, ἁγιότητος ἀναβλύζει γὰρ πηγήν, πᾶσι τοῖς ἐν τῷ Κόσμῳ.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Πληροῦται ἡ ᾀσματογράφος φωνή, προσκυνοῦμεν γὰρ ἰδοὺ τῶν ἀχράντων ποδῶν σου, τὸ ὑποπόδιον Παντοδύναμε, τὸν Σταυρόν σου τὸν σεπτόν, τὸ τριπόθητον ξύλον.
ὁ β’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὃ εἶδε ξύλον τῷ σῷ ἄρτῳ βληθὲν, Προφητῶν ὁ θρηνητὴς, τὸν Σταυρόν σου οἰκτίρμον, κατασπαζόμενοι, ἀνυμνοῦμέν σου τὰ δεσμὰ καὶ τὴν ταφήν, λόγχην τε καὶ τούς ἥλους.
ὁ α’ χορός
Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐπ’ ὤμων ὃνπερ κατεδέξω Χριστέ, φέρειν ἅγιον Σταυρόν, καὶ ἐν τούτῳ ἀρθῆναι, καὶ σταυρωθῆναι σαρκὶ προσπτυσσόμενοι, κομιζόμεθα ἰσχὺν κατ’ ἐχθρῶν ἀοράτων.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Μονάδα τρισὶ χαρακτῆρσιν ὑμνῶ, καὶ Τριάδα ἐν μιᾷ, φύσει προσκυνουμένην, Θεὸν τὰ τρία ὁμοῦ, φῶς τρισήλιον τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Θαυμάτων τὸ μέγιστον θαῦμα ἐν σοὶ ὤφθη ἄσπιλε Ἀμνάς, τὸν γὰρ αἴροντα Κόσμου τὴν ἁμαρτίαν, Ἀμνὸν ἀπεκύησας, ὃν δυσώπει ἐκτενῶς, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον
Αὐτόμελον.Ἦχος βαρὺς
Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδη, Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.
Ὁ Οἶκος
Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλάτος, δύω τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾅδης, καὶ εἶπε τοῖς κάτω, Ὢ λειτουργοί μου καὶ δυνάμεις μου τὶς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου, ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαῤῥήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι΄ ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ζ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιοπίου.
Στίχοι
- Καλλιόπιος ἔμπαλιν παγεὶς ξύλῳ,
- Τὸν ὀρθίως παγέντα δοξάζει Λόγον.
- Ζωὴν Καλλιόπιος ἀγήρω ἑβδόμῃ εὗρεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Μυτιλήνης.
Στίχοι
- Ἐχει Μυτιλήνη σε καὶ τεθνηκότα,
- Ὡς ζῶντα, Γεώργιε, προστάτην μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥουφίνου Διακόνου.
Στίχοι
- Σφαγῆς λογισθεὶς ὡς πρόβατον Ῥουφῖνος,
- Σφάττει παλαιόν, τὸν διάβολον λύκον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀκυλῖνα, τὰς χεῖρας εἰς τοὐπίσω δεσμευθεῖσα, καὶ τὴν κοιλίαν φλεχθεῖσα, τελειοῦται.
Στίχοι
- Ὀπισθόχειρα σχοινίοις στρεβλουμένην,
- Ἐμπροσθίως φλέγουσι τὴν Ἀκυλῖναν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων τῶν ἐν Σινώπῃ ξίφει τελειωθέντων.
Στίχοι
- Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
- Οἷς ἀνδρικὸς νοῦς, ἀνδρικὴ καὶ καρδία.
Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῶ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
ὁ β’ χορός
ᾨδὴ γ’. Δεῦτε πόμα πίωμεν καινὸν
Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς,…
ὁ α’ χορός
… μόνος γὰρ εἶ ἅγιος.
ὁ β’ χορός
ᾨδὴ δ’. Ἐπὶ τῆς θείας φυλακῆς
Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας συνέστειλεν, ἔκρυψε, πᾶσα δὲ κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾨδὴ ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι’ οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς.
ὁ β’ χορός
ᾨδὴ Ϛ’. Κατῆλθες ἐν τοῖς κατωτάτοις…
Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.
ὁ α’ χορός
ᾨδὴ ζ’. Ὁ Παῖδας ἐκ καμίνου…
Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
ὁ β’ χορός
ᾨδὴ η’. Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα…
Στίχ.Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ, ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Φωτίζου, φωτίζου…
Ὢ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιος ἐστι.
ὁ α’ χορός
.
Ἐξαποστειλάριον ΙΑ’
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ᾔρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
Καὶ τοῦ Σταυροῦ
ὁ β’ χορός
Τοῖς Μαθηταῖς
Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα, ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.
ὁ α’ χορός
Θεοτοκίον, Ὅμοιον
Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν, δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον…
ὁ β’ χορός
… καὶ φωσφόρον ἡμέραν.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος γ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.
ὁ α’ χορός
Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ὁ β’ χορός
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
ὁ α’ χορός
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
ὁ α’ χορός
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
ὁ β’ χορός
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
ὁ α’ χορός
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
ὁ α’ χορός
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
ὁ β’ χορός
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
ὁ α’ χορός
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
ὁ β’ χορός
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ’ (149)
ὁ α’ χορός
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
ὁ β’ χορός
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
ὁ α’ χορός
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
ὁ β’ χορός
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
ὁ α’ χορός
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
ὁ β’ χορός
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
ὁ α’ χορός
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
ὁ β’ χορός
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Δεῦτε πάντα τὰ ἔθνη, νῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῷσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἒστιν ὧδε, ἀλλ’ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῶ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
ΤΟΥ ΣΤΑΥΡΟΥ
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος δ‘ – Ὡς γενναῖον ἐν Μάρτυσι
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν, Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐν φωναῖς ἀλαλάξωμεν,…
ὁ α’ χορός
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
ὁ β’ χορός
Στίχ. Ὁ δὲ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ἐκκλησίας ἑδραίωμα, βασιλέων κραταίωμα μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε, διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος.
ὁ α’ χορός
Δόξα Πατρί …
Ἰδιόμελον τοῦ Τριωδίου
Ἦχος πλ. δ’
Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν, Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθὴς διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον δ’ ΑΓΙΑ ( Ἀργή )
ὁ α’ χορός
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Η τρίτη Κυριακή των Νηστειών ονομάζεται «Κυριακή της Σταυροπροσκύνησης». Στην αγρυπνία (σ. ή στον Όρθρο) αυτής της μέρας, μετά από τη μεγάλη Δοξολογία, ο Σταυρός μεταφέρεται σε μια σεμνή πομπή στο κέντρο του ναού και παραμένει εκεί όλη την υπόλοιπη εβδομάδα οπότε στο τέλος κάθε ακολουθίας γίνεται προσκύνηση του Σταυρού.
Αξίζει να σημειωθεί ότι το θέμα του Σταυρού, που κυριαρχεί στην υμνολογία αυτής της Κυριακής, παρουσιάζεται όχι μέσα στα πλαίσια του πόνου αλλά της νίκης και της χαράς. Ακόμα δε περισσότερο οι Ειρμοί του Κανόνα της Κυριακής είναι παραμένει από την πασχαλινή ακολουθία,«Αναστάσεως ημέρα», και ο Κανόνας είναι παράφραση του αναστάσιμου Κανόνα (Σταυροαναστάσιμος Κανόνας).
Είναι εύκολο να διακρίνουμε το νόημα όλων αυτών. Βρισκόμαστε στη μέση της Μεγάλης Σαρακοστής. Από τη μια πλευρά η φυσική και πνευματική προσπάθεια, αν είναι συστηματική και συνεχής, αρχίζει να μας γίνεται αισθητή, το φόρτωμα να γίνεται πιο βαρύ, η κόπωση πιο φανερή.Έχουμε ανάγκη από βοήθεια και ενθάρρυνση. Από την άλλη πλευρά, αφού αντέξουμε αυτή την κόπωση και έχουμε αναρριχηθεί στο βουνό μέχρι αυτό το σημείο, αρχίζουμε να βλέπουμε το τέλος της πορείας μας και η ακτινοβολία του Πάσχα γίνεται πιο έντονη. Η Σαρακοστή είναι η σταύρωσητου εαυτού μας, είναι η εμπειρία – περιορισμένη βέβαια – που αποκομίζουμε από την εντολή τουΧριστού που ακούγεται στο ευαγγελικό ανάγνωσμα αυτής της Κυριακής: «όστις θέλει οπίσω μου ακολουθείν, απαρνησάσθω εαυτόν και αράτω τον σταυρόν αυτού και ακολουθήτω μοι» (Μάρκ. 8,34). Αλλά δεν μπορούμε να σηκώσουμε το σταυρό μας και ν΄ ακολουθήσουμε το Χριστό αν δεν ατενίζουμε το Σταυρό που Εκείνος σήκωσε για να μας σώσει. Ο δικός Του Σταυρός, όχι ο δικός μας,είναι εκείνος που μας σώζει. Ο δικός Του Σταυρός είναι εκείνος που δίνει νόημα αλλά και δύναμη στους άλλους. Αυτό μας εξηγεί το συναξάρι της Κυριακής αυτής:
«Τη αυτή ημέρα Κυριακή τρίτη των Νηστειών, την προσκύνησιν εορτάζομεν του τιμίου και ζωοποιού Σταυρού». Επειδή στη διάρκεια της νηστείας των σαράντα ημερών, κατά κάποιο τρόπο, και μείς σταυρωνόμαστε, νεκρωνόμαστε από τα πάθη, έχουμε την πίκρα της ακηδίας και της πτώσης, γι΄ αυτό υψώνεται ο τίμιος και ζωοποιός Σταυρός, για αναψυχή και υποστήριξή μας· μας θυμίζει τα πάθη του Κυρίου Ιησού Χριστού και μας παρηγορεί… Είμαστε σαν τους οδοιπόρους σε δύσκολο και μακρινό δρόμο που κατάκοποι, αν βρούν κάποιο ευσκιόφυλλο δένδρο κάθονται για λίγο ν΄αναπαυθούν και ανανεωμένοι συνεχίζουν το δρόμο τους. Έτσι και τώρα τον καιρό της νηστείας και στο δύσκολο ταξίδι της προσπάθειας, ο ζωηφόρος Σταυρός φυτεύτηκε στο μέσον του δρόμου από τους αγίους Πατέρες για να μας δώσει άνεση και αναψυχή, για να μας ενθαρρύνει στην υπόλοιπη προσπάθειά μας.
Ή, για να δώσουμε και ένα άλλο παράδειγμα: όταν έρχεται ένας βασιλιάς, πριν απ’ αυτόν πορεύονται τα διακριτικά του γνωρίσματα, τα σκήπτρα, τα σύμβολα του και ύστερα εμφανίζεται ο ίδιος χαρούμενος για τη νίκη και μαζί του χαίρονται και όλοι οι υπήκοοί του· έτσι και ο Κύριος ημών Ιησούς Χριστός, που σε λίγο θα μας δείξει τη νίκη Του κατά του θανάτου Του και θα εμφανιστεί μετά δόξης την ημέρα της αναστάσεως, μας στέλνει πρώτα το σκήπτρο Του, τη βασιλική σημαία, το ζωοποιό Σταυρό ώστε να μας προετοιμάσει να δεχτούμε και τον ίδιο τον Βασιλιά και να Τον δοξάσουμε για τη νίκη…
Με το ζωοποιό Σταυρό γλυκαίνει την πικρία που νοιώθουμε από τη νηστεία, μας ενισχύει στην πορεία μας στην έρημο έως ότου φτάσουμε στην πνευματική Ιερουσαλήμ με την ανάστασή Του… Επειδή ο Σταυρός λέγεται Ξύλον Ζωής και είναι εκείνο το ξύλο που φυτεύτηκε στον Παράδεισο,γι΄ αυτό και οι θείοι Πατέρες τοποθέτησαν τούτο στο μέσον της Σαρακοστής, για να μας θυμίζει του Αδάμ της ευδαιμονία και την πτώση του από αυτή· να μας θυμίζει ακόμα ότι με τη συμμετοχή μαςστο παρόν Ξύλο δεν πεθαίνουμε πια αλλά ζωογονούμαστε».